Add parallel Print Page Options

11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ’ [a]αὐτῆς [b]νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; 12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. 13 ἐφ’ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ· 14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν [c]περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.

15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος, 16 ὃς οὐ κατὰ νόμον ἐντολῆς [d]σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, 17 [e]μαρτυρεῖται γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. 18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές, 19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ θεῷ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:11 αὐτῆς WH Treg NIV ] αὐτῇ RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:11 νενομοθέτηται WH Treg NIV ] νενομοθέτητο RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:14 περὶ ἱερέων οὐδὲν WH Treg NIV ] οὐδὲν περὶ ἱερωσύνης RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:16 σαρκίνης WH Treg NIV ] σαρκικῆς RP
  5. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7:17 μαρτυρεῖται WH Treg NIV ] μαρτυρεῖ RP